Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ – ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Ποῦ σου, θάνατε, τό κέντρον;

Ποῦ σου, θάνατε, τό κέντρον;

Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ. Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν˙
ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.
Ἐπικράνθη˙ καί γάρ κατηργήθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη.
Ἐπικράνθη˙ καί γάρ καθηρέθη.
Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη.
Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν.
Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.
Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου, θάνατε, τό κέντρον;
Ποῦ σου, ἅδη, τό νῖκος;
Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος.
Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Από τη σελίδα: «Ιερο πηδαλιο»