Home » Πνευματικά Κείμενα » Αγία Γραφή
Category Archives: Αγία Γραφή
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
-Πρωτότυπο Κείμενο: (Ιω. ζ’ 37-52, η’ 12)
Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ
-Πρωτότυπο Κείμενο: -(Πράξεις των Αποστόλων β’ 1-11)
…Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός͵ καὶ ἐκάθισεν ἐφ΄ ἕνα ἕκαστον αὐτῶν͵ καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου͵ καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. (more…)
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ζ’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «ΤΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Α’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ» (28/5/2023) -ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΥΤΥΧΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΜΕΛΙΤΗΝΗΣ.
-Πρωτότυπο Κείμενο: (Ιω. ιζ΄ 1-13)
“Τῷ καιρῷ ἐκείνω, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ζ’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «ΤΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Α’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ» (28/5/2023) -ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΥΤΥΧΟΥΣ ΕΠΙΣΚΟΠΟΥ ΜΕΛΙΤΗΝΗΣ.
-Πρωτότυπο Κείμενο:(Πράξεις των Αποστόλων κ’ 16-18,28-36)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε,ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην. (more…)
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ “ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΥ”
-Πρωτότυπο Κείμενο: (Ιω. θ’ 1-38)
“Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΣΤ’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΤΥΦΛΟΥ» (21/5/2023) -ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΕΩΝ & ΙΣΑΠΟΣΤΟΛΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ & ΕΛΕΝΗΣ.
~Πρωτότυπο Κείμενο: (Πραξ. 26: 1, 12-20)
Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· ᾿Εν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
(more…)ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) Ε’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ» (14/5/2023)~ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΘΕΡΑΠΟΝΤΟΣ.ΣΥΝΑΞΗ ΤΗΣ ΑΓΙΑΣ ΦΩΤΕΙΝΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ.
-Πρωτότυπο Κείμενο: ( Ιω. δ’ 5-42)
Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ε’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ» (14/5/2023)~ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΘΕΡΑΠΟΝΤΟΣ. ΣΥΝΑΞΗ ΤΗΣ ΑΓΙΑΣ ΦΩΤΕΙΝΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ
-Πρωτότυπο Κείμενο: (Πράξεις των Αποστόλων ια’ 19-30)
“Ἐν ταῖς ημέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ & ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ “ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ” (7/5/2023) -ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ
-Πρωτότυπο κείμενο (Ιω. ε’ 1-15)
“Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι.
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ “ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ” (7/5/2023) -ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ.
-Πρωτότυπο Κείμενο: (Πράξεις των Αποστόλων θ’ 32 – 42)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος΄ Αἰνέα, ἰᾶταί σε ᾽Ιησοῦς Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. (more…)
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ
-Πρωτότυπο Κείμενο: (Μκ. ιε’ 43 – ιστ’ 8)
“Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ
-Πρωτότυπο Κείμενο: (Πράξεις των Αποστόλων στ’ 1-7)
Ἐν ταῖς ἡμεραῖς ἐκείναις, πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους͵ ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. (more…)
ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΨΗΛΑΦΗΣΗΣ ΤΟΥ ΘΩΜΑ (23/4/2023) ~ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ.
-Πρωτότυπο Κείμενο: (Ιω. κ’ 19-31)
“Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. (more…)
ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΨΗΛΑΦΗΣΗΣ ΤΟΥ ΘΩΜΑ (23/4/2023) ~ΕΟΡΤΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ
~Πρωτότυπο Κείμενο: Πραξ. 12:1-11
Κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
(more…)ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ
