Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ – ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Αρχική » Posts tagged 'ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ'

Tag Archives: ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

EVAN12

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ε’ ΜΑΤΘΑΙΟΥ

Πρωτότυπο Κείμενο: (Ματθ. 8,28 – 9,1)
Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι, ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν, λέγοντες· Τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

apan05

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Δ’ ΜΑΤΘΑΙΟΥ

-Πρωτότυπο Κείμενο: (Ματθ. η’ 5-13)
«Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ, προσῆλθεν αὐτῷ Ἑκατόνταρχος, παρακαλῶν αὐτὸν, καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ Ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evan28

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Γ’ ΜΑΤΘΑΙΟΥ

-Πρωτότυπο Κείμενο: (Μτθ. στ’ 22-33)
«Εἶπεν ὁ Κύριος· Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evan21

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Β’ ΜΑΤΘΑΙΟΥ

-Πρωτότυπο Κείμενο: (Ματθ. δ΄, 18-23)
«Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

EVAGGELIKO

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

-Πρωτότυπο Κείμενο: (Μτθ. ί 32-33, 37-38, ίθ 27-30)
«Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evan7

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

-Πρωτότυπο Κείμενο: (Ιω. ζ’ 37-52, η’ 12)
Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evan

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Α’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ»

-Πρωτότυπο Κείμενο: (Ιω. ιζ΄ 1-13)
Τῷ καιρῷ ἐκείνω, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evaggeliko

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΤΥΦΛΟΥ» (24/5/2020)

-Πρωτότυπο Κείμενο: (Ιω. θ’ 1-38)
«Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

samaritida

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ» 17/5/2020

-Πρωτότυπο Κείμενο: ( Ιω. δ’ 5-42)
Τῷ καιρῷ ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. (περισσότερα…)

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

evan

ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ» (10/5/2020)

Πρωτότυπο Κείμενο: (Ιω. ε’ 1-15)
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. (περισσότερα…)