Πάντων θλιβομένων ἡ χαρά

Πάντων θλιβομένων ἡ χαρά,
καὶ ἀδικουμένων προστάτις,
καὶ πενομένων τροφή,
ξένων τε παράκλησις,
καὶ βακτηρία τυφλῶν,
ἀσθενούντων ἐπίσκεψις,
καταπονουμένων σκέπη καὶ ἀντίληψις,
καὶ ὀρφανῶν βοηθός,
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου,
σὺ ὑπάρχεις, Ἄχραντε,
σπεῦσον, δυσωποῦμεν,
ῥύσασθαι τοὺς δούλους σου.
Από: “www.greekpress.gr”

Discover more from Ι.Ν. ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Subscribe now to keep reading and get access to the full archive.

Continue reading