ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ ΥΜΝΟΣ ΣΤΗΝ ΑΓΝΟΤΗΤΑ ΚΑΙ ΚΑΘΑΡΟΤΗΤΑ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ

«Ὦ θεῖον ἔμψυχον ἄγαλμα, ἐφ᾽ ᾧ ὁ δημιουργὸς εὐφράνθη Θεός, νοῦν μὲν ἔχον θεοκυβέρνητον καὶ μόνῳ Θεῷ προσανέχοντα· …
… Ὀφθαλμοὶ διὰ παντὸς πρὸς Κύριον, φῶς ὁρῶντες ἀένναον καὶ ἀπρόσιτον. Ὦτα τὸν θεῖον ἀκούοντα λόγον, καὶ τερπόμενα τῇ κιθάρᾳ τοῦ Πνεύματος, δι᾽ ὧν ὁ Λόγος εἰσῆλθε σαρκωθησόμενος. ῾Ρῖνες τῇ ὀσμῇ τῶν μύρων τοῦ νυμφίου θελγόμεναι, ὅς ἐστι μῦρον θεῖον ἑκουσίως κενούμενον καὶ χρίον τὴν ἑαυτοῦ ἀνθρωπότητα. Μῦρον γὰρ ἐκκενωθὲν ὄνομά σου, φησὶν ἡ Γραφή. Χείλη αἰνοῦντα τὸν Κύριον καὶ τοῖς αὐτοῦ κολλώμενα χείλεσι. Γλῶσσα καὶ φάρυγξ λόγους Θεοῦ διακρίνουσαι καὶ θείας γλυκύτητος ἐμφορούμεναι. Καρδία καθαρὰ καὶ ἀμόλυντος, ὁρῶσα καὶ ποθοῦσα Θεὸν τὸν ἀμόλυν­τον. Γαστήρ, ἐν ᾗ ὁ ἀχώρητος ᾤκησεν, καὶ μαστοὶ γάλακτος, ἐξ ὧν ἐτράφη Θεός, τὸ παιδίον Ἰησοῦς. Πύλη Θεοῦ, ἀει­παρθενεύουσα.

Αὕτη γὰρ ὑπεραναβᾶ­σα τὰ Χερουβὶμ καὶ τῶν Σεραφὶμ ὑπεραρθεῖσα πλησίον Θεοῦ ἐχρημάτισεν. Χαίροις, Μαρία, γλυκύτατον τῆς Ἄννης θυγάτριον· πρὸς σὲ γὰρ αὖθις ὁ πόθος ἀνθέλκει με. Πῶς ἐξεικονίσω σου τὸ σεμνότατον βάδισμα, πῶς τὴν στολήν; πῶς τὸ πρόσωπόν σου τὸ χάριεν; γηραλέον φρόνημα ἐν νεάζοντι σώματι· στολὴ κοσμία πᾶσαν θρύψιν καὶ μαλακίαν φεύγουσα. Βῆμα σεμνὸν καὶ ἀτάραχον, καὶ πάσης βλακείας ἐλεύθερον. Ἦθος ἐστυμμένον, ἱλαρότητι σύμμικτον, ἀνδράσιν ἀπρόσιτον. Καὶ μάρτυς ὁ φόβος ὁ ἐπισυμβὰς τῷ ἀσυνήθει τοῦ ἀγγέλου προσφθέ­γματι. Γονεῦσιν εὐήνιος καὶ ὑπήκοος. Φρόνημα ταπεινὸν ἐν θεωρίαις ὑψηλοτάταις.

Λόγος ἱλαρὸς ἐξ ἀοργήτου ψυχῆς προσφερόμενος. Καὶ τί γε ἄλλο ἢ ἄξιον τοῦ Θεοῦ καταγώγιον; Σὲ ἀξίως πᾶσαι αἱ γενεαὶ μακαρίζουσιν, ὡς ἐπίλεκτον δόξαν τῆς ἀνθρωπότητος. Σὺ ἱερέων καύχημα, Χριστιανῶν ἐλπίς, παρθενίας πολυφόρον φύτευ­μα. Διὰ σοῦ γὰρ τὸ καλὸν τῆς παρ­θενίας πεπλάτυνται. Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοι­λίας σου. Οἱ ὁμολογοῦντές σε Θεοτόκον εὐλόγηνται, οἱ ἀρνούμενοι κεκατήρανται»


ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΠΑΛΑΜΑΣ ΥΜΝΟΣ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΜΑΣ.

ΑΠΟ ΤΗ ΣΕΛΙΔΑ: “ΠΑΤΕΡΕΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ”

Discover more from Ι.Ν. ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Subscribe now to keep reading and get access to the full archive.

Continue reading