ΤΟ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) 
ΚΥΡΙΑΚΗ 14/9/2025 ~ΔΕΣΠΟΤΙΚΗ ΕΟΡΤΗ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ.
~ΩΡΑ 6.45 π.μ. ~ΜΕΣΟΝΥΚΤΙΚΟ, ΕΟΡΤΙΟΣ ΟΡΘΡΟΣ, ΛΙΤΑΝΕΥΣΗ ΤΙΜΙΟΥ ΞΥΛΟΥ, ΤΕΛΕΤΗ ΥΨΩΣΕΩΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ, ΔΙΑΜΟΙΡΑΣΗ ΑΝΘΕΩΝ, ΠΑΝΗΓΥΡΙΚΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ, ΟΜΙΛΙΑ.
(ΗΜΕΡΑ ΝΗΣΤΕΙΑΣ -ΛΟΓΩ ΚΥΡΙΑΚΗΣ ΕΠΙΤΡΕΠΕΤΑΙ ΚΑΤΑΛΥΣΗ ΕΛΑΙΟΥ ΚΑΙ ΟΙΝΟΥ-)

~Πρωτότυπο κείμενο: (Ἰω. ιθ΄ 6-11, 13-20, 25-28, 30)
“Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον έποίησαν οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι κατά τοῦ Ἰησοῦ ὃπως αὐτόν ἀπολέσωσι. Καί παρεγένοντο πρός Πιλᾶτον λέγοντες· Σταύρωσον σταύρωσον αὐτὸν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; Ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; Ἀπεκρίθη Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν.

Ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. Οἱ δὲ ἐκραύγασαν· Ἆρον ἆρον, σταύρωσον αὐτόν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὑτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. Ἒγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.

Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.

~Νεοελληνική απόδοση:
Εκεῖνο τό καιρό, συνεδρίασαν οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι κι ἀποφάσισαν νά ἐξοντώσουν τίν Ἰησοῦ. Ἦρθαν τότε στόν Πιλᾶτο κι ἒλεγαν: «Σταύρωσέ τόν, σταύρωσέ τον!» Τούς λέει ὁ Πιλάτος: «Πάρτε τον ἐσεῖς καί σταυρῶστε τον· ἐγώ δέν τοῦ βρίσκω καμιά αἰτία καταδίκης». Τοῦ ἀπάντησαν οἱ Ἰουδαῖοι: «Ἐμεῖς ἔχουμε νόμο, καί σύμφωνα μέ τό νόμο μας πρέπει νά πεθάνει, γιατί ἰσχυρίστηκε πώς εἶναι Υἱός Θεοῦ».

Ὁ Πιλάτος, ὅταν ἄκουσε αὐτόν τό λόγο, φοβήθηκε ἀκόμη περισσότερο. Μπῆκε πάλι μέσα στό πραιτώριο καί λέει στόν Ἰησοῦ: «Ἀπό ποῦ εἶσαι ἐσύ;» Ἀλλά ὁ Ἰησοῦς δέν τοῦ ΄δωσε ἀπόκριση. Τοῦ λέει τότε ὁ Πιλάτος. «Σ΄ ἐμένα δέν ἀποκρίνεσαι; Δέν ξέρεις πώς ἔχω ἐξουσία νά σέ σταυρώσω, ὅπως ἔχω καί ἐξουσία νά σέ ἀφήσω ἐλεύθερο;» Ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: «Δέ θά εἶχες καμία ἐξουσία πάνω μου, ἄν δέ σοῦ εἶχε δοθεῖ ἀπό τό Θεό».

Ὁ Πιλάτος, ὅταν ἄκουσε αὐτά τά λόγια, διέταξε νά φέρουν ἔξω τόν Ἰησοῦ κι ὁ ἴδιος κάθισε στήν ἕδρα τοῦ δικαστῆ, στό τόπο πού ὀνομάζεται Λιθόστρωτο – στά ἑβραϊκά «Γαββαθά». Ἦταν σχεδόν μεσημέρι, παραμονή τοῦ Πάσχα. Λέει λοιπόν ὁ Πιλάτος στούς Ἰουδαίους: «Νά ὁ βασιλιάς σας!» Τότε ἐκεῖνοι ἄρχισαν νά φωνάζουν μέ κραυγές: «Θάνατος, θάνατος, σταύρωσέ τον!» Τούς λέει ὁ Πιλάτος: «Τό βασιλιά σας νά σταυρώσω;» Ἀποκρίθηκαν οἱ ἀρχιερεῖς: «Δέν ἔχουμε ἄλλον βασιλιά, ἐκτός ἀπό τόν αὐτοκράτορα». Τότε κι ὁ Πιλάτος τούς τόν παρέδωσε γιά νά σταυρωθεῖ.

Οἱ στρατιῶτες, λοιπόν, παρέλαβαν τόν Ἰησοῦ καί ξεκίνησαν. Καί βγῆκε αὐτός ἀπό τήν πόλη σηκώνοντας στούς ὤμους του τό σταυρό, μέχρι τόν λεγόμενο «Τόπο τοῦ Κρανίου» – στά ἑβραϊκά λέγεται «Γολγοθά». Ἐκεῖ σταύρωσαν τόν Ἰησοῦ. Μαζί του σταύρωσαν ἄλλους δύο, τόν ἕνα ἀπό τή μία μεριά καί τόν ἄλλο ἀπό τήν ἄλλη, καί στή μέση τόν Ἰησοῦ. Ὁ Πιλάτος διέταξε ἐπίσης κι ἔγραψαν μία ἐπιγραφή, καί τήν τοποθέτησαν πάνω στό σταυρό. Κι ἔγραφε: «Ἰησοῦς ὁ Ναζωραῖος, Βασιλιάς τῶν Ἰουδαίων». Αὐτή τήν ἐπιγραφή τή διάβασαν πολλοί ἀπό τούς Ἰουδαίους, γιατί ὁ τόπος ὅπου σταυρώθηκε ὁ Ἰησοῦς ἦταν κοντά στήν πόλη, καί ἡ ἐπιγραφή ἦταν γραμμένη ἑβραϊκά, ἑλληνικά καί λατινικά.

Κοντά στό σταυρό τοῦ Ἰησοῦ στέκονταν ἡ μητέρα του, ἡ ἀδερφή της ἡ Μαρία, γυναίκα τοῦ Κλωπᾶ, καί ἡ Μαρία ἡ Μαγδαληνή. Ὁ Ἰησοῦς, ὅταν εἶδε τή μητέρα του καί τό μαθητή πού ἀγαποῦσε, νά στέκεται πλάι της, λέει στή μητέρα του: «Αὐτός τώρα εἶναι ὁ γιός σου». Ὕστερα λέει στό μαθητή: «Αὐτή τώρα εἶναι ἡ μητέρα σου». Ἀπό κείνη τήν ὥρα ὁ μαθητής τήν πῆρε στό σπίτι του.

Μετά ἀπ΄ αὐτό, ὁ Ἰησοῦς γνωρίζοντας πώς ὅλα εἶχαν φτάσει πιά στό καθορισμένο τέλος, ἒγειρε τό κεφάλι καί παρέδωσε τό πνεῦμα.

[ΑΠΟ ΤΗ ΣΕΛΙΔΑ “proseuxi”]

Discover more from Ι.Ν. ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Subscribe now to keep reading and get access to the full archive.

Continue reading