ΑΦΗΝΟΝΤΑΣ ΤΗ ΒΗΘΛΕΕΜ ΚΑΙ ΠΟΡΕΥΟΜΕΝΟΙ ΣΤΟΝ ΙΟΡΔΑΝΗ!

Του π. Παντελεήμονος Κρούσκου.

Απόψε η Εκκλησία μας προσκαλεί να αφήσουμε την Βηθλεέμ και να συμπορευτούμε με τις αγγελικές δυνάμεις στο πνευματικό ταξίδι του Ιορδάνη, προς την φωνήν του βοώντος εν τη ερήμω.Μια πορεία από την Γέννηση στην Φώτιση. Από τον εσπερινό, μας καλεί ,ψυχαίς καθαραίς και αρρυπώτοις χείλεσι, ν’ αναπέμψουμε τα προεόρτια μελωδήματα στον Θεό που έγινε άνθρωπος και φανερώθηκε στον κόσμο.Προεόρτια των Θεοφανείων.
Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί, σὺ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ Σου.
Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη. Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὓτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ, ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα.
Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν, ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τάς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί φησὶ πρὸς τὸν Ἰωάννην.
Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον, δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.

Discover more from Ι.Ν. ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ - ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Subscribe now to keep reading and get access to the full archive.

Continue reading