
+ΜΕΓΑΛΗ ΤΕΤΑΡΤΗ ΠΡΩΙ (8/4/2026) ~ΩΡΑ 7.00 π.μ. ~ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΩΡΩΝ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ ΚΑΙ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝ (ΠΡΟΗΓΙΑΣΜΕΝΗ) (τελευταία του έτους)
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Στὶχ α’. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε, Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνωπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Στίχ, γ’. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνωπιόν σου, ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Από τη σελίδα: “https://www.askitikon.eu/”