~Ἀπολυτίκιον. (Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος)(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.~Ἕτερον ἈπολυτίκιονἮχος πλ. α’. Τὸν συνάναρχον λόγον.(Ποίημα Κυρίλλου πατριάρχου Κων/πόλεως)Τῶν ἁγίων Πάντων οἶκος ὁ πάνσεπτος, οὐρανὸς ὥς τις ἄλλος ἀστράπτει αἴθριος, ἐν μέσῳ ἔχων τὸν Χριστόν, ὥς περ ἥλιον λαμπρόν, τὴν παρθένον Μαριάμ, σελήνην ὡς πλησιφαῆ, καὶ κύκλῳ καθάπερ ἄστρα, χορούς τε πάντων ἁγίων, ἀεὶ πρεσβεύοντας σωθῆναι ἡμᾶς.~ΚοντάκιονἮχος γ΄. Ἡ Παρθένος σήμερον.Τῶν Ἁγίων σύμπαντες, τῶν ἀπ’ αἰῶνος τὴν μνήμην, Προφητῶν Δικαίων τε, καὶ Ἀποστόλων Μαρτύρων, ἅμα τε, σὺν Ἱεράρχαις καὶ τοῖς Ὁσίοις, σήμερον, ἐγκωμισάσωμεν θεοφρόνως, αὐτοὶ γὰρ σὺν τοῖς Ἀγγέλοις, ἀκαταπαύστως, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.~ΜεγαλυνάριονἜνδοξοι Ἀπόστολοι τοῦ Χριστοῦ, Μάρτυρες Κυρίου, καὶ πανθαύμαστοι Ἀθληταί, Προφητῶν ὁ δῆμος, Ἱεραρχῶν Ὁσίων, ποιήσατε πρεσβείαν, ὑπὲρ ἡμῶν πρὸς ΘεόνΚοινοποιήστε: Εκτύπωση(Ανοίγει σε νέο παράθυρο) Εκτύπωση Email a link to a friend(Ανοίγει σε νέο παράθυρο) Email Share on Facebook(Ανοίγει σε νέο παράθυρο) Facebook Share on X(Ανοίγει σε νέο παράθυρο) X Share on LinkedIn(Ανοίγει σε νέο παράθυρο) LinkedIn Share on Pinterest(Ανοίγει σε νέο παράθυρο) Pinterest Μου αρέσει αυτό:Like Φόρτωση...Σχετικά Πλοήγηση άρθρωνΠροηγούμενο άρθρο ΔΕΥΤΕΡΑ 20/6/2022 ~ΕΝΑΡΞΗ ΤΗΣ ΝΗΣΤΕΙΑΣ “ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ” Η ΟΠΟΙΑ ΔΙΑΡΚΕΙ ΕΩΣ ΤΙΣ 28/6/2022. ~ΤΙ ΓΝΩΡΙΖΟΥΜΕ ΓΙΑ ΑΥΤΗ ΤΗ ΝΗΣΤΕΙΑ;