Ι. Ν. «ΜΕΓΑΛΗΣ» ΠΑΝΑΓΙΑΣ – ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΘΗΒΩΝ

Αρχική » Posts tagged 'ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ' (Σελίδα 2)

Tag Archives: ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

appavlos

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ι΄ ΜΑΤΘΑΙΟΥ (21/08/22) – ΜΝΗΜΗ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΑΔΔΑΙΟΥ 

Πρωτότυπο Κείμενο
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Θ΄ΜΑΤΘΑΙΟΥ~ΠΡΟΕΟΡΤΙΑ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ.

-Πρωτότυπο Κείμενο: (Α΄ Κορ. γ΄ 9-17)
Αδελφοί, Θεού γαρ εσμέν συνεργοί∙ Θεού γεώργιον, Θεού οικοδομή εστέ. Κατά την χάριν του Θεού την δοθείσαν μοι ως σοφός αρχιτέκτων θεμέλιον τέθεικα, άλλος δε εποικοδομεί∙ έκαστος δε βλεπέτω πως εποικοδομεί∙ θεμέλιον γαρ άλλον ουδείς δύναται θείναι παρά τον κείμενον, ος εστιν Ιησούς Χριστός. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Η’ ΜΑΤΘΑΙΟΥ (7/8/2022) -ΜΕΘΕΟΡΤΑ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΣΩΤΗΡΟΣ. ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΔΟΜΕΤΙΟΥ. ΟΣΙΩΝ: ΘΕΟΔΟΣΙΟΥ ΤΟΥ ΝΕΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΙΩΣΗΦ ΕΝ ΚΡΗΤΗ

-Πρωτότυπο Κείμενο: (Α’ Κορ. α’ 10-17)
«Ἀδελφοί, παρακαλῶ ὑμᾶς, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσι. Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ ᾿Απολλώ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.Μεμέρισται ὁ Χριστός; (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ζ’ ΜΑΤΘΑΙΟΥ (31/7/2022) -ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΥΔΟΚΙΜΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΙΩΣΗΦ ΤΟΥ ΚΗΔΕΥΤΟΥ ΤΟΥ ΚΥΡΙΟΥ.

(Προς Ρωμαίους 15:1-7)
~Πρωτότυπο Κείμενο
Αδελφοί, οφείλομεν δε ημείς οι δυνατοί τα ασθενήματα των αδυνάτων βαστάζειν, και μη εαυτοίς αρέσκειν. έκαστος ημών τω πλησίον αρεσκέτω εις το αγαθόν προς οικοδομήν· και γαρ ο Χριστός ουχ εαυτώ ήρεσεν, αλλά καθώς γέγραπται, οι ονειδισμοί των ονειδιζόντων σε επέπεσον επ᾿ εμέ. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΚΕΙΜΕΝΟ ΤΗΣ ΗΜΕΡΑΣ

apan08

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ & ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΣΤ’ ΜΑΤΘΑΙΟΥ (24/7/2022) -ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ & ΤΟΥ ΑΓΙΟΥ ΑΘΗΝΑΓΟΡΟΥ ΤΟΥ ΑΠΟΛΟΓΗΤΟΥ. -ΩΡΑ 6.45 π.μ. -ΜΕΣΟΝΥΚΤΙΚΟ, ΕΟΡΤΙΟΣ ΟΡΘΡΟΣ,ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ, ΟΜΙΛΙΑ

-Πρωτότυπο Κείμενο (Ρωμ. ιβ΄ 6-14)
«Ἀδελφοί, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.

(περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

apan14

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Ε’ ΜΑΤΘΑΙΟΥ (17/7/2022) -ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΑΣ. -ΣΥΝΑΞΗ ΤΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ΄ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

-Πρωτότυπο Κείμενο: (Τιτ. γ’ 8-15)
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. (περισσότερα…)

“ΤΙΣ ΗΜΑΣ ΧΩΡΙΣΕΙ ΑΠΟ ΤΗΣ ΑΓΑΠΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ;”

“ΤΙΣ ΗΜΑΣ ΧΩΡΙΣΕΙ ΑΠΟ ΤΗΣ ΑΓΑΠΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ;”
(Ρωμ. η’ 35-39)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Δ’ ΜΑΤΘΑΙΟΥ (10/7/2022) -ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ 45 ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΟΠΟΛΕΙ ΤΗΣ ΑΡΜΕΝΙΑΣ.-ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΕΥΜΕΝΙΟΥ ΚΑΙ ΠΑΡΘΕΝΙΟΥ.

~Πρωτότυπο Κείμενο: (Ρωμ. στ΄ 18-23)
Ἀδελφοί, ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ἀνθρώπινον λέγω, διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Γ’ ΜΑΤΘΑΙΟΥ (3/7/2022) -ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΥΑΚΙΝΘΟΥ.-ΣΥΝΑΞΗ ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ

-ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ:
-Πρωτότυπο Κείμενο: (Ρωμ. ε’ 1-10)
«Ἀδελφοί, δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

apan21

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ Β’ ΜΑΤΘΑΙΟΥ

-Πρωτότυπο Κείμενο: (Ρωμ. β’ 10-16)
«Ἀδελφοί, δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, ᾿Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

apan23

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

-Πρωτότυπο Κείμενο: (Εβρ. ια’ 33-ιβ’ 2)
«Ἀδελφοί, οἱ ἃγιοι Πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

-Πρωτότυπο Κείμενο: -(Πράξεις των Αποστόλων β’ 1-11)
…Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός͵ καὶ ἐκάθισεν ἐφ΄ ἕνα ἕκαστον αὐτῶν͵ καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου͵ καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Α’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ»

-Πρωτότυπο Κείμενο:(Πράξεις των Αποστόλων κ’ 16-18,28-36)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε,ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΗΣ ΘΕΡΑΠΕΙΑΣ ΤΟΥ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΥ»

-Πρωτότυπο Κείμενο:
«Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν͵ ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν͵ οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. (περισσότερα…)

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΗΜΕΡΑΣ

idrasi

ΤΟ ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (ΠΡΩΤΟΤΥΠΟ ΚΑΙ ΑΠΟΔΟΣΗ) ΚΥΡΙΑΚΗ «ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ»

-Πρωτότυπο Κείμενο: (Πράξεις των Αποστόλων ια’ 19-30)
«Ἐν ταῖς ημέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.

(περισσότερα…)