
ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΑ ΔΙΑΓΩΝΙΖΟΜΕΝΑ ΠΑΙΔΙΑ ΜΑΣ!
[+ΔΕΥΤΕΡΑ “ΜΕΤΑ ΤΗΝ ΑΝΑΛΗΨΗ” 25/5/2026 ~ΩΡΑ 6.00 μ.μ. ~ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΣΗΣ ΣΤΗ ΜΕΓΑΛΗ ΠΑΝΑΓΙΑ ΚΑΙ ΣΤΟΝ ΟΣΙΟ ΕΦΡΑΙΜ ΚΑΤΟΥΝΑΚΙΩΤΗ, ΜΕ ΜΝΗΜΟΝΕΥΣΗ ΟΝΟΜΑΤΩΝ. ~ΕΙΔΙΚΗ ΔΕΗΣΗ ΓΙΑ ΤΑ ΠΑΙΔΙΑ ΠΟΥ ΔΙΑΓΩΝΙΖΟΝΤΑΙ ΣΤΙΣ ΕΞΕΤΑΣΕΙΣ ΤΟΥΣ. ΟΜΙΛΙΑ.]
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Πατρός,
ἡ αὐτοσοφία καὶ πάσης συνέσεως χορηγός,
ο τὸ Πανάγιον Σοῦ Πνεῦμα καταπέμψας πλουσιοδώρως
ἐπὶ τοὺς Σούς ἁγίους ἀποστόλους καὶ μαθητὰς
καὶ ἐξ ‘ἀγραμμάτων ἁλιέων θεολόγους
καὶ κοσμοκήρυκας σοφωτάτους ἀναδείξας.
Αυτός Φιλάνθρωπε,
κατάπεμψον καὶ ἐπὶ τους δούλους σου
τὴν φωτιστικὴν ἀκτῖνα τοῦ Πνεύματός σου,
εἰς εὔκολον μὲν κατανόησιν τῶν ἀναγινωσκομένων,
εἰς καρποφορίαν δὲ ψυχωφελοῦς γνώσεως,
προόδου, ἀληθείας καὶ εὐοδόσεως
εἰς τάς προκειμένας ἐξετάσεις,
ἵνα πορευόμενοι ἐν τῷ φωτὶ τῶν ἐντολῶν Σου,
δοξάζομεν διὰ παντός,
ψυχὴ καὶ σώματι,
τὸ πανάγιον καὶ προσκυνητὸν Ὄνομά Σου
σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι. Ἀμήν.
Σόφισον Χριστέ,
ἀοράτως τὰς νεάνιδας, καὶ τοὺς νέους
ταῖς βολαῖς ἐνεργειῶν,
τῆς σοφίας Σου, Χριστέ, κατὰ τὴν ἔτασιν.
Πρόθυμον σπουδήν,
πρὸς μελέτην καὶ ἐμπέδωσιν
τῶν ποικίλων μαθημάτων Ἰησοῦ
τοῖς παιδίοις ἀφειδῶς ἐπιχορήγησον.
Ἡ πάσα νεολαία, προσδοκᾶ Χριστέ μου,
ἐπιτυχίας κομίσαι ὠφέλειαν,
ἐκ τῶν ποικίλων ἀγώνων , αὐτῆς τῆ ρώμη σου.
Λαλῆσαι εἰς τὰ ὦτα,
μαθητῶν καὶ νέων,
τὰ ἀκριβῆ καὶ τὰ ἄριστα Πάναγνε,
κατὰ τὴν ὥραν αἰτοῦμεν,τῶν ἐξετάσεων.
Πάνσοφε Χριστέ μου Ἰησοῦ,
ἡ πηγὴ τῆς ὄντως σοφίας,
φώτισον δεόμεθα, ταῖς ἐνεργείαις σου,
ὅπως ἔχωσιν ἅπαντες,ἐν τὴ ἐξετάσει,
νοῦν ὀξὺν καὶ γρήγορον,
εἰς τὸ συγγράψασθε,
πάσας τὰς ὀρθᾶς ἀποκρίσεις,
ἐν ταῖς ἐρωτήσεσι Σῶτερ,
ταῖς ὑποκειμέναις αὐτοῖς πάντοτε.